Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.33 Dem. 21.35 (English) >>Dem. 21.38

21.34εἰ δὲ χορηγὸν ὄνθʼ ὑμέτερον ἱερομηνίας οὔσης πάνθʼ ὅσʼ ἠδίκηκεν ὑβρίσας φαίνεται, δημοσίας ὀργῆς καὶ τιμωρίας δίκαιός ἐστι τυγχάνειν· ἅμα γὰρ τῷ Δημοσθένει καὶ χορηγὸς ὑβρίζετο, τοῦτο δʼ ἐστὶ τῆς πόλεως, καὶ τὸ ταύταις ταῖς ἡμέραις, αἷς οὐκ ἐῶσιν οἱ νόμοι. χρὴ δʼ, ὅταν μὲν τιθῆσθε τοὺς νόμους, ὁποῖοί τινές εἰσι σκοπεῖν, ἐπειδὰν δὲ θῆσθε, φυλάττειν καὶ χρῆσθαι· καὶ γὰρ εὔορκα ταῦθʼ ὑμῖν ἐστι καὶ ἄλλως δίκαια. 21.35ἦν τῆς βλάβης ὑμῖν νόμος πάλαι, ἦν τῆς αἰκείας, ἦν τῆς ὕβρεως. εἰ τοίνυν ἀπέχρη τοὺς τοῖς Διονυσίοις τι ποιοῦντας τούτων κατὰ τούτους τοὺς νόμους δίκην διδόναι, οὐδὲν ἂν προσέδει τοῦδε τοῦ νόμου. ἀλλʼ οὐκ ἀπέχρη. σημεῖον δέ· ἔθεσθʼ ἱερὸν νόμον αὐτῷ τῷ θεῷ περὶ τῆς ἱερομηνίας. εἴ τις οὖν κἀκείνοις τοῖς προϋπάρχουσι νόμοις καὶ τούτῳ τῷ μετʼ ἐκείνους τεθέντι καὶ πᾶσι τοῖς λοιποῖς ἔστʼ ἔνοχος, τοιοῦτος πότερα μὴ δῷ διὰ τοῦτο δίκην <κἂν> μείζω δοίη δικαίως; ἐγὼ μὲν οἴομαι μέζω.

21.36ἀπήγγελλε τοίνυν τίς μοι περιιόντʼ αὐτὸν συλλέγειν καὶ πυνθάνεσθαι τίσι πώποτε συμβέβηκεν ὑβρισθῆναι, καὶ λέγειν τούτους καὶ διηγεῖσθαι πρὸς ὑμᾶς μέλλειν, οἷον, ἄνδρες Ἀθηναῖοι, τὸν πρόεδρον ὅν ποτέ φασιν ἐν ὑμῖν ὑπὸ Πολυζήλου πληγῆναι, καὶ τὸν θεσμοθέτην ὃς ἔναγχος ἐπλήγη τὴν αὐλητρίδʼ ἀφαιρούμενος, καὶ τοιούτους τινάς, ὡς, ἐὰν πολλοὺς ἑτέρους δεινὰ καὶ πολλὰ πεπονθότας ἐπιδείξῃ, ἧττον ὑμᾶς ἐφʼ οἷς ἐγὼ πέπονθʼ ὀργιουμένους. ἐμοὶ δʼ αὖ τοὐναντίον, ἄνδρες Ἀθηναῖοι,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.33 Dem. 21.35 (English) >>Dem. 21.38

Powered by PhiloLogic